Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.32.3 | Hdt. 1.32.8 (English) | >>Hdt. 1.34.2 |
1.32.6 ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον , οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι · ὁ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος , ὁ δὲ τοισίδε προέχει ἐκείνου · ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι , ταῦτα δὲ ἡ εὐτυχίη οἱ ἀπερύκει , ἄπηρος δέ ἐστι , ἄνουσος , ἀπαθὴς κακῶν , εὔπαις , εὐειδής .
1.32.7 εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ , οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις , ὁ ὄλβιος κεκλῆσθαι ἄξιός ἐστι · πρὶν δʼ ἂν τελευτήσῃ , ἐπισχεῖν , μηδὲ καλέειν κω ὄλβιον ἀλλʼ εὐτυχέα .
1.32.8 τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατόν ἐστι , ὥσπερ χώρη οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα , ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται · ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ , αὕτη ἀρίστη . ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκές ἐστι · τὸ μὲν γὰρ ἔχει , ἄλλου δὲ ἐνδεές ἐστι ·
1.32.9 ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον , οὗτος παρʼ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιός ἐστι φέρεσθαι . σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν , κῇ ἀποβήσεται · πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε .”
ch. 33
1.33.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.32.3 | Hdt. 1.32.8 (English) | >>Hdt. 1.34.2 |